Add parallel Print Page Options

31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ [a]μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

13 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. [b]καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, [c]καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη [d]μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. [e]καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, [f]καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα [g]καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ [h]ἡ ἀγάπη, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε [i]πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους [j]γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, [k]τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, [l]ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· [m]ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

14 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ [n]ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων [o]δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ [p]διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:31 μείζονα WH Treg NIV ] κρείττονα RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν NIV RP ] κἂν WH Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν RP ] κἂν WH Treg NIV
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:4 ἡ ἀγάπη Treg NIV RP ] – WH
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:9 γὰρ WH Treg NIV ] δὲ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:10 τὸ WH Treg NIV ] τότε τὸ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ὅτε WH Treg NIV ] + δὲ RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:2 ἀλλὰ WH Treg NIV ] + τῷ RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:5 δὲ WH Treg NIV ] γὰρ RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:5 διερμηνεύῃ WH Treg NIV ] διερμηνεύει RP